Psalms 99

1
LXX: Psa.98:1
Ψαλμὸς τῷ Δαυιδ. κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· καθήμενος ἐπὶ τῶν χερουβιν, σαλευθήτω γῆ.
2
LXX: Psa.98:2
κύριος ἐν Σιων μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς·
3
LXX: Psa.98:3
ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν.
4
LXX: Psa.98:4
καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ· σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας.
5
LXX: Psa.98:5
ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν.
6
LXX: Psa.98:6
Μωϋσῆς καὶ Ααρων ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουηλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν,
7
LXX: Psa.98:7
ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προστάγματα, ἔδωκεν αὐτοῖς.
8
LXX: Psa.98:8
κύριε θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· θεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.
9
LXX: Psa.98:9
ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος κύριος θεὸς ἡμῶν.
Copyright information for LXX